Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.340 Joseph. AJ 5.345 (English) >>Joseph. AJ 5.350

5.343ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σιλὼ πόλιν θῦσαι, ἐνταῦθα γὰρ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει καθὼς προειρήκαμεν, καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθημένους, εἰς δάκρυά τε προύπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. 5.344καὶ τῆς τἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γενησόμενον καθιερώσειν ἐπὶ διακονίᾳ τοῦ θεοῦ δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. 5.345διατριβούσης δʼ ἐπὶ ταῖς εὐχαῖς πολὺν χρόνον Ἠλὶς ἀρχιερεύς, ἐκαθέζετο γὰρ πρὸ τῆς σκηνῆς, ὡς παροινοῦσαν ἐκέλευεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δʼ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρσεῖν παρεκελεύετο παρέξειν αὐτῇ παῖδας τὸν θεὸν καταγγέλλων. 5.346

Παραγενομένη δʼ εὔελπις πρὸς τὸν ἄνδρα τροφὴν χαίρουσα προσηνέγκατο, καὶ ἀναστρεψάντων εἰς τὴν πατρίδα κύειν ἤρξατο καὶ γίνεται παιδίον αὐτοῖς, ὃν Σαμουῆλον προσαγορεύουσι· θεαίτητον ἄν τις εἴποι. παρῆσαν οὖν ὑπὲρ τῆς τοῦ παιδὸς θύσοντες γενέσεως δεκάτας τʼ ἔφερον. 5.347ἀναμνησθεῖσα δʼ γυνὴ τῆς εὐχῆς τῆς ἐπὶ τῷ παιδὶ γεγενημένης παρεδίδου τῷ Ἠλὶ ἀνατιθεῖσα τῷ θεῷ προφήτην γενησόμενον· κόμη τε οὖν αὐτῷ ἀνεῖτο καὶ ποτὸν ἦν ὕδωρ. καὶ Σαμουῆλος μὲν ἐν τῷ ἱερῷ διῆγε τρεφόμενος, Ἀλκάνῃ δʼ ἐκ τῆς Ἄννας υἱεῖς τε γίνονται καὶ τρεῖς θυγατέρες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.340 Joseph. AJ 5.345 (English) >>Joseph. AJ 5.350

Powered by PhiloLogic